Add parallel Print Page Options

Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν, καὶ [a]δι’ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ [b]αὑτοῦ προσφέρειν [c]περὶ ἁμαρτιῶν. καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, [d]καθώσπερ καὶ Ἀαρών.

Οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ,

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 5:3 δι᾽ αὐτὴν WH Treg NIV ] διὰ ταύτην RP
  2. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 5:3 αὑτοῦ Holmes ] ἑαυτοῦ WH Treg RP; αὐτοῦ NIV
  3. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 5:3 περὶ WH Treg NIV ] ὑπὲρ RP
  4. ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ 5:4 καθώσπερ WH Treg NIV ] καθάπερ RP